Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 25.64 Dem. 25.67 (English) >>Dem. 25.70

25.65πότερον γάρ, ὅτι τοῦ πατρὸς αὐτοῦ θάνατον κατέγνωτε καὶ τὴν μητέρʼ αὐτοῦ ὀφλοῦσαν ἀποστασίου ἀπέδοσθε, διὰ ταῦτʼ αὐτὸν ὑμῖν εὔνουν ὑπολαμβάνετʼ εἶναι; ἀλλʼ ἄτοπον νὴ τὸν Δία καὶ θεοὺς τοῦτό γε. εἰ μὲν γὰρ εὔνους ἐστὶν ἐκείνοις καὶ τὸν τῆς φύσεως διασῴζει νόμον, ὃς καὶ ἀνθρώποις καὶ θηρίοις εἷς καὶ αὐτὸς ἅπασιν ὥρισται, στέργειν τοὺς γονέας, 25.66κακόνους ἐστὶ τοῖς ἐκείνους ἀπολωλεκόσιν δῆλον ὅτι καὶ νόμοις καὶ πολιτείᾳ τῇ τούτων· εἰ δὲ μηδένα τούτων ὑπόλογον ποιεῖται, ἡδέως ἂν εἰδείην τίς ἐστιν τὴν πρὸς τοὺς γονέας εὔνοιαν ὁρῶν προδεδωκότα τοῦτον, ἣν πρὸς τὸν δῆμον νῦν ἔχειν ὑπισχνεῖται, πιστεύων· ἐγὼ μὲν γὰρ ἄπιστον καὶ θεοῖς ἐχθρόν, οὐ μόνον ἀνθρώποις, ὑπολαμβάνω τὸν τῶν γονέων ἀμελοῦντα. 25.67ἀλλὰ νὴ Δίʼ ὅτι τὰς ἐνδείξεις αὐτοῦ κατεψηφίσασθε, καὶ δὶς εἰς τὸ δεσμωτήριον κατέθεσθε καὶ αὐτὸν καὶ τὸν ἀδελφόν, διὰ ταῦθʼ ὑμῖν εὔνους ἐστίν. ἀλλὰ καὶ τοῦτʼ ἄτοπον. ἀλλʼ ὅτι τὴν ἀρχὴν ἣν ἔλαχεν <ἄρχειν> ἀπεδοκιμάσατε; 25.68ἀλλʼ ὅτι παρανόμων αὐτοῦ κατέγνωτε; ἀλλʼ ὅτι πέντε ταλάντων πρὸς ἐτιμήσατε; ἀλλʼ ὅτι δακτυλοδεικτεῖτʼ ἐπὶ τῷ πονηρότατον τῶν ὄντων ἁπάντων δεικνύναι; ἀλλʼ ὅτι τῶν ὑπαρχόντων νόμων καὶ πολιτείας μενόντων οὐκ ἔνι τῶν αἰσχρῶν αὐτῷ τούτων ἀπαλλαγῆναι; ἀλλὰ διὰ τί ὑμῖν οὗτος εὔνους ἐστίν; ὅτι, φησίν, ἀναιδής ἐστιν. δʼ ἀναιδὴς ἐκ τίνος ὠνομάσθη τῶν ἄλλων ἀλλʼ ὅταν τὰ μήτʼ ὄντα μήτʼ ἂν γενόμενα, ταῦτα τολμᾷ λέγειν διʼ ἀναισχυντίαν, ὅπερ οὗτος ποιεῖ;



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 25.64 Dem. 25.67 (English) >>Dem. 25.70

Powered by PhiloLogic